Add parallel Print Page Options

Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς [a]ἀναλύσεώς μου ἐφέστηκεν. τὸν [b]καλὸν ἀγῶνα ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής, οὐ μόνον δὲ ἐμοὶ ἀλλὰ καὶ πᾶσιν τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ.

Σπούδασον ἐλθεῖν πρός με ταχέως· 10 Δημᾶς γάρ με [c]ἐγκατέλιπεν ἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην, Κρήσκης εἰς Γαλατίαν, Τίτος εἰς Δαλματίαν· 11 Λουκᾶς ἐστιν μόνος μετ’ ἐμοῦ. Μᾶρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτοῦ, ἔστιν γάρ μοι εὔχρηστος εἰς διακονίαν, 12 Τυχικὸν δὲ ἀπέστειλα εἰς Ἔφεσον. 13 τὸν φαιλόνην, ὃν [d]ἀπέλιπον ἐν Τρῳάδι παρὰ Κάρπῳ, ἐρχόμενος φέρε, καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβράνας. 14 Ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο— [e]ἀποδώσει αὐτῷ ὁ κύριος κατὰ τὰ ἔργα αὐτοῦ— 15 ὃν καὶ σὺ φυλάσσου, λίαν γὰρ [f]ἀντέστη τοῖς ἡμετέροις λόγοις.

16 Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι [g]παρεγένετο, ἀλλὰ πάντες με [h]ἐγκατέλιπον— μὴ αὐτοῖς λογισθείη— 17 ὁ δὲ κύριός μοι παρέστη καὶ ἐνεδυνάμωσέν με, ἵνα δι’ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ καὶ [i]ἀκούσωσιν πάντα τὰ ἔθνη, καὶ ἐρρύσθην ἐκ στόματος λέοντος. 18 [j]ῥύσεταί με ὁ κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 4:6 ἀναλύσεώς μου WH Treg NIV ] ἐμῆς ἀναλύσεως RP
  2. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 4:7 καλὸν ἀγῶνα WH Treg NIV ] ἀγῶνα τὸν καλὸν RP
  3. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 4:10 ἐγκατέλιπεν Treg NIV RP ] ἐγκατέλειπεν WH
  4. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 4:13 ἀπέλιπον Treg NIV RP ] ἀπέλειπον WH
  5. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 4:14 ἀποδώσει WH Treg NIV ] ἀποδῴη RP
  6. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 4:15 ἀντέστη WH Treg NIV ] ἀνθέστηκεν RP
  7. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 4:16 παρεγένετο WH Treg NIV ] συμπαρεγένετο RP
  8. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 4:16 ἐγκατέλιπον Treg NIV RP ] ἐγκατέλειπον WH
  9. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 4:17 ἀκούσωσιν WH Treg NIV ] ἀκούσῃ RP
  10. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 4:18 ῥύσεταί WH Treg NIV] Καὶ ῥύσεταί RP